Add parallel Print Page Options

12 [a]Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, 13 [b]τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, 14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. 15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰμι ἐγώ, 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται [c]Χριστὸς Ἰησοῦς τὴν [d]ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17 τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, [e]μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 1:12 Χάριν WH Treg NIV ] Καὶ χάριν RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 1:13 τὸ WH Treg NIV ] τὸν RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 1:16 Χριστὸς Ἰησοῦς WH Treg NIV ] Ἰησοῦς Χριστὸς RP
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 1:16 ἅπασαν WH Treg NIV ] πᾶσαν RP
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 1:17 μόνῳ WH Treg NIV ] + σοφῶ RP